Ancient Greek
180b.809 to 180b.816
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.809-816
Not analysed yet
ἐμμαπέουσα: ἤτοι ἐνεργοῦσα κατὰ βάθος καὶ σφοδρῶς πλήττουσα. ἀμφικαρὴς δὲ ἤγουν δικέφαλος. ψευδῶς δέ φησιν. οὐ γὰρ ἔστιν, ἀλλ’, ὡς Ἀριστοτέλης (hist. anim. IIII 7) φησίν, εἰς τοὐπίσω πολλάκις ἕρπει καὶ παρέχει δόξαν τοῦ δικέφαλος εἶναι. [ὀπάζεται δὲ ἀντὶ τοῦ παρέχει G]. νήιά θ’ ὡς σπέρχονται: καὶ γὰρ ὥσπερ τὰ νήια παρὰ τῆς νηός, τουτέστιν αἱ κῶπαι, σπέρχονται καὶ ἐλαύνονται, οὕτως αἱ δύο κεφαλαὶ τῆς σκολοπένδρης κινοῦνται. ἴσως δὲ διὰ τὸ πολύπουν ὡς ναῦς ἐστιν ἐλαυνομένη. μυγαλέην τροχιῇσι; ἤγουν Ἀμύντας φησὶ τὴν μυγαλῆν ἐκ μυὸς καὶ γαλῆς γίνεσθαι. χαλεπὸν δ’ ἐστὶ τὸ δῆγμα αὐτῆς, ὅταν τινὰ δάκῃ. τροχιαῖς δέ, τουτέστι μὴ ὁρῶσα γὰρ ἐμπίπτει περὶ τροχούς, καὶ οὕτως κἀκεῖ ἀναιρεῖται.