Ancient Greek
180b.840 to 180b.855
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.840-855
Not analysed yet
ὁρμενόεντα: βεβηκότα καὶ κατὰ γῆς ἐρριζωμένον ἢ τὸν ὁρμητικὸν πρὸς ὕψος. εὐαυξὴς γάρ ἐστι καὶ καυλὸν ἔχει μακρόν. ὄρδειλος δὲ σπερμάτιόν τι λαχανῶδες. καὶ τρεμίθοιο δὲ τοῦ λεγομένου τερεβίνθου. πολυειδέα δὲ καρπὸν τὸν ποικίλον τῇ χροιᾷ. ὁ γὰρ τερέβινθος τοὺς κόκκους φέρει διαφόρους χροιὰς καὶ εἴδη ἔχοντας. ἢ ἔτι καὶ φοινίσσον: τὸ ξανθίζον φῦκος ἤγουν φυκίον καταμίσγεο. καὶ ἡ καυκαλὶς δὲ λάχανόν ἐστιν ἁλμυρόν. μνημονεύει δὲ αὐτοῦ Χρύσιππος ἐν τῷ περὶ λαχάνων. ἀχραές: ἤτοι τὸ καθαρὸν καὶ ἄχραντον. καὶ γὰρ τὸ ἀδίαντον ἐν ἀνύγροις τόποις φύεται. καλεῖται δὲ καλλίτριχον καὶ πολύτριχον καὶ τριχομανές. τὸ ἀδίαντον, ὅτι οὐ διαίνεται, ὅ ἐστι βρέχεται, ὑπὸ ὑετοῦ καὶ δρόσου. τοῖς φύλλοις γὰρ αὐτοῦ ῥανὶς οὐκ ἐφιζάνει. οὐδέποτε γὰρ συμπίνει, φησίν. τὸ δὲ σμυρνεῖόν, φησιν, ὅμοιόν ἐστι μεγάλῳ σελίνῳ, ὅθεν καὶ ἱπποσέλινον καλεῖται. σμυρνεῖον δέ, ἐπειδὴ ἐμφερές ἐστι σμύρνῃ κατὰ τὴν ὀσμήν. λευκάδος: καὶ γὰρ περὶ ποίης λευκάδος φησὶν Ἀντίγονος μὲν τὴν λευκάνθεμον, ὁμοίως δὲ καὶ ἤρυγγος εἶδος λαχάνου ἀκανθώδους. ἀθεραίδα δὲ τὴν θερμήν, ἢ τὴν ἔχουσαν ἀθέρας, ἢ ψυχράν. καὶ καχρυφόρῳ ἤτοι τῇ φερούσῃ ὡς κάγχρυας λιβανωτίδι. περιβρίθουσά τε μήκων: ἤτοι περισσῶς ἀνθοῦσα. δύο δὲ γένη εἰσὶ μηκώνων, ὧν ἡ μὲν τέλεια θυλάκια φέρει, ἐν οἷς τὸ σπέρμα, ἡ δὲ μικρά· θυλακὶς οὖν ἡ τὰ μικρά, ἐπιτηλὶς ἡ τὰ μεγάλα. μὴ οὖν ἀπέστωσαν αἱ ῥηθεῖσαί, φησι, βοτάναι τοῦ βοηθήματος. τὸ ἐπὶ χραίσμῃσι γὰρ ἀντὶ τοῦ βοηθήματος μὴ ἀπείησαν. κυέουσαν: τουτέστιν ἐμφυομένους κλάδους ἔχουσαν καὶ μήπω πεπληρωμένους. κράδης δὲ ἤτοι ἀγρίας συκῆς. κόκκυγας: καὶ γὰρ οὕτως φησὶ τοὺς ὀλύνθους διὰ τὸ φαίνεσθαι κατ’ ἔαρ. ἅμα γὰρ κόκκυξι φαίνονται. καὶ ἐρινάδος τῆς ἀγρίας συκῆς. οἱ γὰρ ὄλυνθοι αὐτῆς πάσης ὀπώρας καὶ τῶν ἄλλων συκῶν προακμάζουσι. γογγύλοι ἐκφαίνουσιν: ἐμφαίνει ἀντὶ τοῦ στρογγύλοι γογγυλοειδεῖς καὶ ἀνοιδείοντες ἀντὶ τοῦ ἀκμάζοντες.