Ancient Greek
180b.856 to 180b.857
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.856-857
Not analysed yet
τοῦ δὲ φλόμου φησὶν Θεόφραστος δύο εἴδη εἶναι, ἄρρεν καὶ θῆλυ· ὅπερ Κρατεύας φησὶν ἔχειν διαφοράς, ἔχειν δὲ τὰ φύλλα τὸ μὲν ὅμοια μαράθῳ, μακρότερα δὲ καὶ λεπτότερα, τὸ δὲ ὅμοια κοριάννῳ. τὸ δὲ χελιδόνιον βοτάνη ἐστὶ καὶ φύεται καθ’ ὃν καιρὸν αἱ χελιδόνες φαίνονται.