Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.860
Not analysed yet
Ἐν δὲ περιστερόεντα: Κρατεύας ὑπὸ ἐνίων φησὶ περιστερεῶνα καλεῖσθαι τὴν ἀλεξιάρην. ἔχει δὲ τὸ φύλλον ἐσχισμένον καὶ περιστερᾷ παραπλήσιον. Ἄλλως. ἀλεξιάρης δὲ ῥάμνου, ὅτι οὐ μόνον ἀπαλέξειν ἐστὶν ἀγαθὴ ἡ ῥάμνος εἰς φάρμακα ἀλλὰ καὶ εἰς φαντάσματα, ὅθεν καὶ πρὸ τῶν θυρῶν ἐν τοῖς ἐναγίσμασι κρεμῶσιν αὐτήν. ἔστι δὲ λευκὴ καὶ μέλαινα· μέμνηται δὲ τῆς βοτάνης καὶ Εὐφορίων, ἀλεξίκακον φύε ῥάμνον, καὶ Σώφρων ὁμοίως ἀεὶ δὲ πρόσω φύλλα ῥάμνου κρατιζόμεθα.