Ancient Greek
180b.862 to 180b.869b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.862-869b
Not analysed yet
Νήστειρα: γράφεται καὶ δρήστειρα, ἀντὶ τοῦ δραστική. ὁ δὲ νοῦς, μόνη γὰρ νήστισι διδομένη παύει τὰς ἀλγηδόνας. παρθενίοιο; τοῦτο ἑλξίνην τινὲς ὀνομάζουσιν, ἔνιοι δὲ περδίκιον. τὸ δὲ κόρκορον λάχανόν ἐστιν εὐτελές. τὸ δὲ μίλτου Λημνίδος, τὴν Λημνίαν σφραγῖδά φησιν. ἀπὸ ταύτης καὶ τὸ ἐλατήριον γίνεται· καθαρτικὴ γάρ ἐστι. νηδὺν δὲ τὴν νηδὺν καίπερ βαρυνομένην ταῖς ἀνίαις καὶ τὰ ἑξῆς. ῥῆχος δέ ἐστιν ὁ φραγμός· εὔρρηχος οὖν ἡ καλῶς περιφράσσουσα, τουτέστι πρὸς φραγμὸν πεποιημένη. σύν αὐτῷ δέ, τουτέστι τῷ καρπῷ, καὶ ἡ χαίτη αὐτῆς ἡ ἀκανθοβόλος. νεαλεῖς τ’ ὀρόβακχοι; καὶ γὰρ Δημήτριος ὁ Μενεκλέους ὀροβάκχους τοὺς σκυτίνους ἀσκοὺς λέγει. λέγεται δὲ ὁμοίως ἡ ἐξάνθησις τῶν ῥοιῶν ὀρόβακχος. τὸ δὲ ἀκανθοβόλος ἄδηλον εἰ ἐπὶ τῆς παλιούρου ἢ ἐπὶ τῶν ῥοιῶν εἴρηται.