Ancient Greek
180b.871 to 180b.881b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.871-881b
Not analysed yet
αὐχενίους δὲ ἤγουν τραχηλώδεις, οἱονεὶ τραχήλους ἔχοντας. καὶ ὕσσωπος δὲ βοτάνη ὁμοία σαμψύχῳ. νέον τ’ ἐν βότρυσι: καὶ γὰρ τὸ ἐναντίον εἶπεν. οὐ γὰρ ἐν τοῖς βότρυσι τὸ κλῆμα ἀλλ’ οἱ βότρυς ἐν τῷ κλήματι. νέον δέ φησι τὸ ὄμφακας ἔχον. λεπτοθρίοιο δὲ ἤτοι λεπτοφύλλου. καὶ πολύθρονα ἤγουν πολυφάρμακα. γράφεται δὲ καὶ πολύχνοα, ἤγουν πολὺν χνοῦν ἔχοντα, οἷά εἰσι τὰ κυδώνια, χνοώδη. πέπερι δὲ τὸ λευκόν. καὶ τὸ ἀπὸ Μήδων τὸ Βαβυλώνιον· λέγεται γὰρ καὶ Πέρσειον. πολυανθέα γλήχων: ἀποκοπή ἐστι τῆς γλήχωνος γενικῆς. γράφεται καὶ σὲ δ’ ἂν γλήχων πολυανθέα. σπέρμ’ ὀλοὸν κνίδης: ἡ ἀκαλήφη λέγεται κνίδη παρ’ Ἀθηναίοις καλουμένη. κνησμὸν δὲ τῷ ἐφαψαμένῳ ποιεῖ. ἑψία δὲ τουτέστι παίγνιον· καὶ Ὅμηρος (Od. Ρ 530) ἑψιαάσθων. παίζουσι γὰρ τῷ σπέρματι ταύτης οἱ νεώτεροι ἐν παιδιᾷ, ὡς ἀστραγάλοις· ἢ ὅτι παίζοντες τύπτουσι μετ’ αὐτῆς ἀλλήλους. νιφόεν: ἢ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν· καὶ γὰρ ἡ σκίλλα ψυχρᾶς ἐστιν ἐνεργείας· ἢ τὸ λευκόν, οἷός ἐστιν ὁ νιφετός· τὸ γὰρ τῆς θηλείας σκίλλης κάρα λευκόν ἐστι. ὁμοκλήτοιο δὲ ὁμωνύμου, τὸ λεγόμενον δρακόντιον. ἠ δ’ ὅσα πεῦ και στρόμβοισι ναπαίοις: τοῖς συνεστραμμένοις καὶ βαθέσι κοιλώμασι τοῖς ἐν ταῖς νάπαις. Ἄλλως. ἡ σύνταξις, ἠδ’ ὅσα πεῦκαι ἀγρότεραι καὶ ναπαῖαι τοῖς στρόμβοις ὑπεθρέψαντο. στρόμβους δέ φησιν ἀντὶ τοῦ κωνοειδῆ καρπὸν τῆς πεύκης. ὅμοιος γάρ ἐστι τοῖς στροβίλων κώνοις. ἀβληχρέος δὲ τοῦ σκορπιούρου. καὶ γὰρ ἀβληχρέος εἶπεν ἐπὶ τῆς ῥίζης, ἐπειδὴ τοῦ σκορπίου θεραπευτική ἐστιν, ἢ διὰ τὸ βλήχεσθαι ποιεῖν διὰ τὰς ὀδύνας. Ἔγχλοα ῥίζαν θηρὸς ἰσαζομένην τμήξας: τουτέστιν ἰοβόλῳ κέντρῳ, ἤτοι τῇ οὐρᾷ. ἐν γὰρ τῇ οὐρᾷ ἔχει τὸ κέντρον ὁ σκορπίος. ἔστι δὲ τὸ λεγόμενον σκορπίουρον ἡ βοτάνη. τὸ δὲ σὺν καί που νιφόεν σκίλλης κάρα, ἤτοι ἡ κεφαλὴ τῆς σκίλλης πολλαῖς ὑμένων περιβολαῖς καλυπτομένη ὡς σκοτεινή ἐστι καὶ ἀόρατος ἔνδον τῶν χιτώνων ἔχουσα τὰ σπέρματα.