Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.887
Not analysed yet
ἠ ὲ σίδας: ἐν Ὀρχομενῷ φησι Θεόφραστος (hist. plant. IIII 101, sqq.) ῥίζαν φύεσθαι, φυτόν τι ἐν τῷ ὕδατι λεγόμενον σίδην τηλίκον ὅσον μήκων. ἔχει δὲ κόκκους ἐρυθροὺς ὁμοίους ῥοίᾳ, στρογγυλωτέρους δέ. ψαμαθηίδας δὲ εἶπεν, ἐπειδὴ διαφόρως ἄμαθον τὴν παρὰ τοῖς ποταμοῖς ἢ τῇ θαλάσσῃ ψάμμον λέγουσιν. ἢ γραπτέον Ψαμαθηίδα. Ψαμάθη γὰρ κρήνη τῆς Βοιωτίας. φυτὸν δέ ἐστιν ἐν Βοιωτίᾳ παρόμοιον ῥοιᾷ. φασὶ δὲ τὰς σίδας βρωσίμους εἶναι. ἔστι δὲ πάλιν τόπος τῆς Βοιωτίας Ψάμαθος λεγόμενος. ἃς τρέφει αἶα: γράφεται καὶ ἅστε Τρόφεια Κῶπαί τε, ἵν’ ἦ ἅστινας ἡ Τρόφεια καὶ αἱ Κώπαι, αἵ εἰσι πόλεις τῆς Βοιωτίας, περὶ τὸ λιμναῖον ὕδωρ ἐθρέψαντο, ὅπου ὁ ῥοῦς τοῦ Κνώπου καὶ τοῦ Σχοινέως βάλλει καὶ φέρεται. Σχοινεὺς δὲ καὶ Κνῶπος οἱ δύω ποταμοὶ Βοιωτίας εἰσί. Κνῶπος δὲ ὁ Ἰσμηνὸς εἴρηται ἀπὸ Κνώπου τοῦ Ἀπόλλωνος. ἔστι δὲ καὶ πόλις Κνῶπος, δι’ ἧς φέρεται ὁ Ἰσμηνὸς ποταμός.