Ancient Greek
Section 618
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 618
Not analysed yet
Πρὸς δέ τί σοι· πρὸς δὲ τούτοις φησὶ βοηθεῖ καὶ ἧστινος τοὺς κλῶνας ἐμίσησεν ἡ Δίκτυννα, λέγει δὲ περὶ τῆς μυρσίνης· φησὶ γάρ· αὐτὴν ἡ Δίκτυνα μισεῖ, καὶ μόνη αὕτη ἡ μυρσίνη τῆς Ἰμβρασίας Ἥρας οὐχ ὑπεδέξατο τὸ στέφος, τουτέστιν οὐκ ἐγένετο στέφος τῆς Ἰμβρασίας Ἥρας, διότι κάλλους ἕνεκεν εἰς ἔριν διηγέρθησαν αἱ ἀθάνατοι θεαὶ, ὅτι τὴν Κύπριν ἐκόσμησεν αὕτη ἡ μυρσίνη.