Ancient Greek
Section 621
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 621
Not analysed yet
Ἰδαίοισιν· ἐν τοῖς τῆς Ἰδης, ἐν τοῖς κατὰ Τροίαν ὄρεσιν. Ἄλλως· καὶ ἡ μυρδίνη φησὶ βοηθεῖ, ἧς τοὺς κλῶνας ἐμίσησεν ἡ Δίκτυννα, καὶ μόνη οὐκ ἐδέξατο τὸ τῆς Ἰμβρασίας Ἥρας στέφος, ὅτι τὴν Ἀφροδίτην ἐκόσμησεν, ὅτε περὶ κάλλους αἱ ἀθάνατοι ἤρισαν θεαί. Ἢ οὕτως· τὴν Ἴδην ἐκόσμησαν αἱ θεοὶ τοῖς ἄνθεσι τῶν βοτανῶν, καὶ ταῖς λόχμαις, ἔνθα διὰ κάλλους εἰς ἅμιλλαν κριθησόμεναι παρεγένοντο. Δίκτυννα δὲ καὶ ἡ Ἄρτεμις λέγεται. Καὶ τὸ τέης, ἧστινος ἐμίσησεν.