Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part insc
Not analysed yet
Inscr. Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ᾿ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τίμαιος (FHG I, 213). |ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου.