Ancient Greek
0.Part insc_a to 0.Part insc_b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part insc_a-2-Part insc_b
Not analysed yet
Inscr. a. Τὸν Ἀγησίαν οἱ μὲν Συρακούσιον, οἱ δὲ Στυμφάλιον. οἱ δὲ χρόνοι τῆς ᾠδῆς οἱ πρὸς τῆς καταλύσεως τοῦ τῆς ἀπήνης ἀγωνίσματος· κατελύθη δὲ περὶ τὴν πε΄ Ὀλυμπιάδα. ἄπορον δὲ τὴν πόστην Ὀλυμπιάδα ἐνίκησεν. Inscr. b. Ἀγησίᾳ Συρακουσίῳ: ὡς μὲν ἔνιοι, Συρακουσίῳ, ὡς δὲ ἔνιοι, Στυμφηλίῳ, υἱῷ Σωστράτου, ἀπήνῃ. κατελύθη δὲ ἡ ἀπήνη, ὥς τινές φασιν, ὀγδοηκοστῇ πέμπτῃ Ὀλυμπιάδι, κατ᾿ ἐνίους δὲ ὀγδοηκοστῇ ἕκτῃ.