Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part insc_a-3
Not analysed yet
Inscr. a. Διαγόρᾳ νικήσαντι τὴν οθ΄ Ὀλυμπιάδα. τοῦτον δὲ τὸν Διαγόραν οἱ Ῥόδιοι Ἑρμοῦ παῖδά φασιν. πορευομένῃ γὰρ τῇ μητρὶ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένῃ πρὸς Ἑρμαίῳ τινὶ μιγῆναι τὸν θεὸν, καὶ ἐκ τούτου γενέσθαι τὸν Διαγόραν.