Ancient Greek
0.Part insc_a to 0.Part insc_b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part insc_a-4-Part insc_b
Not analysed yet
Inscr. a. Γέγραπται ὁ ἐπινίκιος προηγουμένως τῷ Ἀλκιμέδοντι παιδὶ παλαιστῇ νικήσαντι τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· μέμνηται δὲ ὁ Πίνδαρος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Τιμοσθένους Νέμεα νικήσαντος καὶ τοῦ ἀλείπτου αὐτοῦ Μελησίου, ὥς τινες παγκρατιαστοῦ. τοῖς γὰρ τρισί, φησιν ὁ Δίδυμος, μίαν ᾠδὴν γέγραφε. Inscr. b. ζητοῦσι δέ τινες διατί ἐν τῷ ἑνὶ τούτῳ ἐπινικίῳ τοὺς τρεῖς ἐνεκωμίασε; καὶ οἱ μέν φασι, διὰ τὸ μὴ καθ᾿ ἕκαστον ἀξιολόγους ἀφορμὰς εὑρηκέναι· οἱ δὲ, ὅτι ἐκ τῆς πόλεως ἦσαν τῆς αὐτῆς οἱ τρεῖς.