Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part metr-2
Not analysed yet
Τῷ αὐτῷ ἅρματι θεοξένια. Τῷ αὐτῷ εἰς θεοξένια. Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα, καὶ ἡ ἐπῳδὸς κώλων ἐννέα. |τὸ α΄ ἐγκωμιολογικὸν δίμετρον καταληκτικόν. |τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γ΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ ἑξῆς ὁμοίως ἀπὸ μείζονος ἰωνικοῦ. τὸ δ΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος ἰωνικοῦ καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάττονος. τὸ ς΄ ἰαμβικὸν πενθημιμερές. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ θ΄ Στησιχόρειον. καὶ ἡ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ τροχαικὸν δίμετρον ἀκατάληκτον. |τὸ β΄ δακτυλικὸν πενθημιμερές. τὸ γ΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. τὸ δ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ ε΄ προσοδιακὸν δίμετρον ἀπὸ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. |τὸ ς΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ ζ΄ ἐγκωμιολογικόν. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ Στησιχόρειον ὁμοίως τῷ θ΄ τῆς στροφῆς. Θεοξένια. θεοξενίων ἑορταὶ παρ᾿ Ἕλλησιν οὕτως ἐπιτελοῦνται κατά τινας ὡρισμένας ἡμέρας, ὡς αὐτῶν τῶν θεῶν ἐπιδημούντων ταῖς πόλεσιν. ἄγοντος δὲ Θήρωνος τὴν ἑορτὴν τῶν Διοσκούρων καὶ Ἑλένης ἠγγέλθη ἡ νίκη· διὸ ἀπ᾿ αὐτῶν ἄρχεται.