Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part metr-8
Not analysed yet
Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ. Τοῦ ι΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων η΄. τὸ α΄ Ἀσκληπιάδειον ἀντισπαστικὸν ἀκατάληκτον, τοῦ α΄ ἀντισπάστου ἀπὸ διβραχέος ἀρξαμένου. τὸ β΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀρξάμενον ἀπὸ ἰαμβικῆς καὶ λῆγον εἰς ἴαμβον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον· ὁ τρίτος δάκτυλος πανταχοῦ. τὸ δ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον διῃρημένου τοῦ α΄ ποδός. τὸ ε΄ δακτυλικὸν πενθημιμερὲς, ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φερεκράτειον παρὰ συλλαβήν. τὸ ζ΄ ἐπιωνικὸν τρίμετρον καταληκτικόν. ἡ α΄ συζυγία ἰωνική· ἡ β΄ ἰαμβική· εἶτα τροχαῖος, οἰκεῖος τῆ ἰωνικῇ, καὶ συλλαβή. τὸ η΄ Γλυκώνειον· ὅπερ ἔλυσεν ἐν τῷ πέφνε Κτέατον ἀμύμονα, ἐννεασύλλαβον. ἡ δὲ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἡ πρώτη συζυγία ἰαμβική ἐστι τοῦ δευτέρου ποδὸς ἀναλυομένου· εἶτα χορίαμβος· εἶτα ποὺς ἁπλοῦς. τὸ β΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· α΄ τροχαῖος τοῦ α΄ ποδὸς λελυμένου· εἶτα ἰωνικὸς ἀπὸ μείζονος· εἶτα χορίαμβος. τὸ γ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον λελυμένον. τὸ δ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς συζυγίας λελυμένης. τὸ ε΄ ἰωνικὸν τετράμετρον καταληκτικὸν, τοῦ γ΄ παίωνος ἀντὶ τοῦ ἀπ᾿ ἐλάσσονος κειμένου, εἶτα β΄ ἰωνικῶν καὶ τροχαίου καὶ συλλαβῆς. τὸ ς΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἀπόδοσις· ὁ γὰρ ε΄ πούς ἐστι . . . . τὸ ζ΄ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ ποδὸς ἡμίσεος. τὸ η΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· ὁ β΄ ποὺς ἀνάπαιστος· ὁ δ΄ τρίβραχυς. τὸ θ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς [συζυγίας].