Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1-2
Not analysed yet
a. Ἐλατὴρ ὑπέρτατε: ἰδίως οἱ νεώτεροι τὴν βροντὴν ὄχημα καὶ ἵππον τοῦ Διὸς ὑποτίθενται. b. ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρόποδος. c. Ἐλατὴρ ὑπέρτατε βροντᾶς: ἐπειδὴ ὁ ἀγὼν Ὀλυμπιακὸς, τοῦτον δὲ ὁ Ψαῦμις ἐνίκησεν, εἰκότως ἐξ αὐτοῦ τοῦ Διὸς ποιεῖται τὸ προοίμιον τοῦ ἐπινίκου. d. οἱ νεώτεροι· δὲ ἅρματα τὴν βροντὴν τῷ Διὶ εἶναι διδόασι, καὶ λέγουσιν, ὦ ἡνίοχε Ζεῦ. e. ἡ δὲ ἀκολουθία· ὦ Ζεῦ, ὃς Αἴτναν ἔχεις· καθ᾿ ὑπερβατόν. f. ἀλλ᾿ ὦ Ζεῦ, ὅστις τὴν Αἴτναν κατέχεις τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ Τυφῶνος. g. Αἴννα ὄρος Σικελίας |οἰκειότατα δὲ, Σικελιώτης γὰρ ὁ νικηφόρος. h. ὅτι καὶ ἡ Καμάρινα πόλις Σικελίας. i. καὶ ἡ Κατάνη ὕστερον Αἴτνη ἐκλήθη. k. τὴν βροντὴν ὁ Πίνδαρος ὡς ἵππον ὑφίσταται τοῦ Διός· διὸ καὶ ἀκαμαντόποδα αὐτὴν εἶπεν. l. ἤτοι δὲ ὑπέρτατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς. m. ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας. n. οὗτος δὲ ὁ Ψαῦμις ἐνίκησε τεθρίππῳ τὴν πβ΄ Ὀλυμπιάδα.