Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part a-3
Not analysed yet
a. φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· |ἀπὸ τῶν οἴκων δὲ τοῦ πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν νεανίαν τιμήσας· |ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα.