Ancient Greek
1.Part f to 1.Part i
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part f-Part i
Not analysed yet
f. ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ τῶν ἄλλων στοιχείων ἄμεινον τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων. g. ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει τοῦ μεγάλως δυναμένου πλούτου, ἅτε τὸ αἰθόμενον πῦρ ἐν νυκτὶ, ἤγουν ὁ πυρσός. ἀπὸ κοινοῦ τὸ διαπρέπει. h. τέσσαρες ἔπαινοι τοῦ ὕδατος· λευκὸν, λεπτὸν, ψυχρὸν καὶ γλυκύ. διαφοραὶ δὲ τοῦ ὕδατος πέντε· ὄμβριον, πηγαῖον, ποτάμιον, φρεάτιον καὶ λιμναῖον· ὥσπερ καὶ ἐπὶ τοῦ οἴνου· ὁ ἐρυθρὸς, ὁ μέλας καὶ γλυκὺς, ὁ αὐστηρὸς, ὁ κιρρὸς, ὁ λεπτὸς καὶ [ὁ] λευκός. i. τὸ ὕδωρ παχυνόμενον ποιεῖ τὴν γῆν· λεπτυνόμενον, τὸν ἀέρα· πάνυ δὲ λεπτυνόμενον, τὸ πῦρ· καὶ κατὰ τοῦτο ἄριστον.