Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part i
Not analysed yet
i. τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημονευτικὸν καὶ φανταστικὸν, καὶ τὸ μὲν λογιστικόν ἐστιν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ φανταστικὸν ἐν τῷ μετώπῳ, τὸ δὲ μνημονευτικὸν μέσον τῶν δύο. ἔχουσι δὲ ἀμφότερα, τό τε λογιστικὸν καὶ φανταστικὸν, ὥς τι ταμεῖον τὸ μνημονευτικὸν, καὶ ἐναποτιθεῖσιν ἐν αὐτῷ ἅπερ ἐκεῖνο μὲν φαντάζεται, ἐκεῖνο δὲ, ἤγουν τὸ λογιστικὸν, λογίζεται. ἐκ δὲ τούτου, ἤγουν τοῦ μνημονευτικοῦ, ἔχομεν μνημονεύειν ἅπερ ἀνέγνωμεν καὶ ἅπερ ἐθεασάμεθα. διά τοι τοῦτο καὶ ὁ Πίνδαρος εἶπεν· ἀναγνωρίσατέ μοι, ὦ Μοῖσαι, ἐν ποίῳ μέρει τῆς φρενὸς γέγραπται, ἤγουν κεχάρακται, ὁ παῖς τοῦ Ἀρχεστράτου, ἤγουν ὁ Ἀγησίδαμος.