Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part k
Not analysed yet
k. τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. οὐ καθόλου δὲ τρὶς, ἀλλ᾿ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ (p. 226 Bernh.) φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ᾿ ὕμνον εἰς Ἡρακλέα· τριπλόον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. |περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε ὁ αὐλητὴς ἢ ὁ κιθαριστὴς μὴ παρῆν, ὁ ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, ὁ δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ τήνελλα καλλίνικε. ἡ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν· ὦ καλλίνικε χαῖρε ἄναξ Ἡράκλεες.