Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 104
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 104.Part x
Not analysed yet
κατακρύπτει δ᾿ οὐ κόνις κεδνὰν χάριν: τὴν τῶν συγγενῶν ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλ᾿ ἐν φανερῷ κειμένη καὶ τῶν τεθνεώτων ἐφικνεῖται. πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει, τὸν μὲν λόγον ἐν τῷ καθόλου τιθεὶς, τείνων δὲ πρὸς ἐκεῖνο, διὸ τῆς νίκης τούτου ὁ προθανὼν Ἰφίων μετέχει καὶ συνήδεται.