Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 106
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 106.Part a
Not analysed yet
a. Διὸς ἀρχᾷ: Ἀρίσταρχος τὸν δέ, φησι, σύνδεσμονἀντὶ τοῦ γάρ δεῖ ἀκούειν καὶ οὕτω καθιστάναι τὸν λόγον· τὰ γὰρ ἐν τῇ τοῦ Διὸς ἀρχῇ ἀλιτρά. λέγει γὰρ τοῦτο ὁ Πίνδαρος· ἐπεὶ οἱ ἐν τῷ ζῆν ἁμαρτάνοντες μετὰ τὸν θάνατον δίκας ὑπέχουσιν· οἱ δὲ καθ᾿ Ἅιδου ἄδικοι τῶν κατὰ τὸν τοῦ ζῆν χωρισμὸν, ὅταν ἀναβιώσωσιν, ἐν μέρει πάλιν δίκας ὑπέχουσιν ἐν τῷ ζῆν τοῖς Ὀλυμπίοις θεοῖς. οἴεται γὰρ ἀναβιοῦν τὰς ψυχὰς Πυθαγορικῇ δόξῃ χρώμενος.