Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 109
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 109-2
Not analysed yet
a. πέτραν: τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν. b. πέτραν ἀλίβατον: τὴν ὑψηλήν. c. καὶ ἤτοι ἐφ᾿ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ᾿ ἧς ἀνατέλλων πρῶτον ὁ ἥλιος βαίνει. d. ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. |παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ διπλοῦν θησαυρὸν μαντείας.