Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 11
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 11-3
Not analysed yet
a. ἐπίνειμαι: ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύεται ὁ ποιητής. b. σεμνόν τ᾿ ἐπίνειμαι: ὕμνει, ἢ ὑμνηθῆναι ποίησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν. c. τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορόν. d. ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν. e. ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον. f. (ἐπίνειμαι:) ἔπελθε. ὕμνησον.