Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 110
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 110-2
Not analysed yet
a. ἴσαις δ᾿ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ᾿ ὃν ἐπιλάμπει αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον. b. ἴσαις δ᾿ ἐν ἁμέραις: ἴσον ἡμῖν αὐτοῖς χρόνον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς ἐν Ἅιδου δικαίοις. οὐκ ἐπὶ τῶν ἀδίκων δὲ ὁ λόγος, ἀλλ᾿ ἐπὶ τῶν δικαίων. φησὶν οὖν ὅτι τὸν ἥλιον ἔχουσι τοῦτον καθ᾿ ὃν ἐπιβάλλει αὐτοῖς χρόνον ἀπονέστερον διάγοντες. c. ἄλλως· τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατ᾿ ἴσον ἡμῖν ἀπολαύειν ἐν Ἅιδου φησὶ τοῦ ἡλίου μηδὲν κακοπαθοῦντας.