Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 110
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 110-3
Not analysed yet
a. μνασθέντι δέ: μνησθέντι δὲ αὐτῷ περὶ τοῦ συμβεβηκότος ὁ Ζεὺς ἔμελλεν ἀνακληροῦν ἐξ ἀρχῆς καὶ ἄκυρα ποιεῖν τὰ κεκληρωμένα τοῖς θεοῖς. b. δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος. c. ἢ μνησθέντι τῷ Ἡλίῳ. d. ἄμπαλον μέλλεν θέμεν: ἀνακλήρωσιν· ἀπὸ τοῦ Ὁμηρικοῦ (Η 171)· κλήρῳ νῦν πεπάλαχθε. e. ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ᾿ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύτην γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων. f. (ἄμπαλον:) ἀνακλήρωσιν. g. Eust. II. 64, 42: . . . ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων· ὅπερ ἄμπαλον Πίνδαρος ἔφη, τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ . . . . τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος.