Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 111
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 111.Part c
Not analysed yet
c. ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· |ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν |καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων.