Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 113
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 113-3
Not analysed yet
a. εὔχομαι: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς μηδὲ φθονηθῆναι περὶ τῶν καλῶν μηδὲ νέμεσιν παρακολουθῆσαι. b. εὔχομαι τῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν αὐτῶν μοίρᾳ μὴ ἐπιθεῖναι διχόβουλον καὶ ἐναντίαν νέμεσιν. c. εὔχομαι ἀμφὶ καλῶν: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς, τουτέστι μὴ φθονηθῆναι περὶ τῶν καλῶν. d. διχόβουλον δὲ τὴν νέμεσιν τὴν ἐπιφθονοῦσαν καὶ ἐναντία ποιοῦσαν οἷς βουλευόμεθα. e. οἷον τὴν διχάζουσαν ἀφ᾿ ἡμῶν |καὶ χωρίζουσαν τὰς βουλάς. f. ἢ τὴν ἐναντία βουλευομένην τοῖς ἤδη προκατωρθωμένοις ὑφ᾿ ἡμῶν. g. ἄλλως· εὔχομαι δὲ τῷ αὐτῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν μοίρᾳ νέμεσιν καὶ βασκανίαν μὴ ἐπιβαλεῖν.