Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 115
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 115-4
Not analysed yet
a. ἐξ οὗ Θέτιος γόνος: ἐξ ἐκείνου, φησὶ, τοῦ χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πολέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ᾿ ἅμα αὐτῷ πολεμεῖν. b. ἐξ οὗ Θέτιος γόνος: θαυμάσας, φησὶν, ὁ Ἀχιλλεὺς ἐν τῇ προσβολῇ τὴν βίαν τοῦ Πατρόκλου ἀρχὴν ἔλαβε τοῦ θαυμάζειν, καὶ παρῄνει μηδέποτε χωρὶς τάττεσθαι τῆς πολεμικῆς αὐτοῦ τάξεως. c. ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει αὐτὸν θεράποντα Ἀχιλλέως. d. Ὅμηρος (Π 89)· μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. e. ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε διαπαντὸς παραστάτην.