Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 117
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 117-2
Not analysed yet
a. τιμίοις: τοῖς τιμωμένοις θεοῖς. b. τιμίοις θεῶν: τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ. c. οἵτινες οὖν, φησιν, ἔχαιρον τοῖς δικαίοις, ἀπόνως καὶ ἀβασανίστως καὶ ἀδακρυτὶ διάγουσι |τὸν ὅλον αἰῶνα πρὸς τῷ μήτε ἀροτριᾶν μήτε ἐνθαλαττεύειν, ἀλλ᾿ ἐν ταῖς μακάρων νήσοις διάγειν. παρὰ τούτοις γὰρ διατρίβουσι τοῖς τιμωμένοις ὑπὸ θεῶν, οἵτινες δίκαιοι ἦσαν ζῶντες.