Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 119
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 119-3
Not analysed yet
a. εἴην εὑρεσιεπής: τοῦτό φησιν ὅτι ἔπλασε τὰ περὶ Πατρόκλου εἰρημένα εἰς ἔπαινον τοῦ Ἐφαρμόστου Ὀπουντίου ὄντος. b. γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων. c. εἴην εὑρεσιεπής: ὡς σεμνυνόμενος τοῖς διηγήμασί φησιν· εἴην δὲ λόγων καινοπρεπῶν εὑρετὴς ἐπὶ τῷ διηγεῖσθαι καὶ πρόσφορος ποιητικῇ μούσῃ καὶ τρόπῳ Μουσῶν ἁρμόδιος. d. ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνάμενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις. e. ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρόκλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην.