Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 12
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 12-5
Not analysed yet
a. ἀλλ᾿ ὦ Πίσας: πρὸς αὐτὸ τὸ τῆς Πίσης ἄλσος διαλέγεται· ἢ πρὸς τὸ Πάνθειον, ὅπου αἱ ἐλαῖαι φύονται· ἢ πρὸς τὸν τόπον ὅπου οἱ ἀνδριάντες τῶν νικησάντων ἀνάκεινται. b. ἀλλ᾿ ὦ Πίσας εὔδενδρον: ἤτοι λείπει τὸ ἔχων ἢ φιλῶν, τὸ τῆς Πίσης ἄλσος, ἵν ᾖ πρὸς τὸν Δία λέγων· ἢ πρὸς αὐτὸ τὸ ἄλσος τῆς Ὀλυμπίας λέγει, ὅπερ ἀνάκειται τῷ Διὶ τῷ τῆς Πίσης. c. τὸ εὔδενδρον ἄλσος τὸ ὂν ἐπὶ τῷ Ἀλφειῷ. d. ὁ δὲ τρόπος περίφρασις. e. τοῦτον τὸν κῶμον καὶ τὸν ὕμνον καὶ τὴν ἐκ τῆς στεφανηφορίας πρόσδεξαι νίκην. f. (ἄλσος:) λείπει τὸ ἔχων.