Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 122
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 122-3
Not analysed yet
a. τόλμα δὲ καὶ ἀμφιλαφής: εἴη μοι τολμᾶν καὶ ἀποκινδυνεύειν διαπλάσσοντι τὰ τοιαῦτα. b. ἀμφιλαφὴς δὲ δύναμις ἕσποιτο: ἐμοὶ δὲ παρέποιτο ἐν τοῖς λόγοις ὁμοῦ μὲν εὐτολμία, ὁμοῦ δὲ καὶ δαψίλειά τις δυναμέως. c. τὸ δὲ ἀμφιλαφής κατὰ ἀντιστοιχίαν εἴρηται κατὰ ἔθος τῶν Μακεδόνων μεταθέσει τοῦ -β- εἰς -φ-· ἔστι γὰρ ἀμφιλαβής, ὃ ἔστιν ἀμφοτέραις λαβεῖν ταῖς χερσίν. τοῦτο δὲ ἐπὶ πλήθους συμβαίνει.