Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 122
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 122.Part b
Not analysed yet
b. πέδασον ἔγχος: κάτασχε. ἐμπόδισον τὸ τοῦ Οἰνομάου δόρυ. |δόρυ γὰρ μεταχειριζόμενος ἐπεδίωκε προηγουμένους τοὺς μνηστῆρας καὶ συμποδίσας ἀνῄρει. |ὥς που καὶ Ἀπολλώνιος μαρτυρεῖ (I, 752)· Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε, καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ᾿ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι.