Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 129
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 129.Part b
Not analysed yet
b. φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες τὸ Ἀρκάδιον ὄρος ἐτίμησαν διὰ δώρων καὶ θυσιῶν πολλῶν πολλάκις τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν τὸν τῶν ἀγώνων δεσπόζοντα καὶ τὰς μερίδας τῶν ἄθλων κεκληρωμένον, τὸν τὴν Ἀρκαδίαν τιμῶντα, τοῦτον ἂν εἴποιμεν καὶ νῦν, ὦ Σωστράτου παῖ, σὺν τῷ ἑαυτοῦ πατρὶ τελειοῦν σοι τὴν ἐπὶ τῇ νίκῃ εὐδαιμονίαν.