Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 13
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 13-2
Not analysed yet
a. εὐωνύμων τε πατέρων: τῶν καλῶς ὀνομαζομένων πατέρων ἀπάνθισμα. b. εὐωνύμων τε πατέρων: προγόνων. πάνυ δὲ ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον, καὶ ἐνδόξων προγόνων ἔτι κατ᾿ ἐπίτασιν αὐτὸν ἄνθος λέγων. c. εὐωνύμων: ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου εἶχε τὸ γένος.