Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 134
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 134.Part d
Not analysed yet
d. οἷον δ᾿ ἐν Μαραθῶνι συλαθείς: [νῦν τὰ Ἡράκλεια λέγει. τοῦ δὲ οἷον ]διπλῆ ἡ ἐκδοχή. τινὲς γὰρ τὸ -οι- ψιλῶς ἀναγινώσκουσιν, ἵν᾿ ᾖ· μόνον ἐν Μαραθῶνι ἀγενείων ἀγωνισάμενος ἡττήθη· καὶ μετεγγράψας ἑαυτὸν εἰς τοὺς ἄνδρας ἐνίκησεν. ἄτοπον δὲ τοῦτο· οὐ γὰρ ἂν ἐγκωμιάζων περὶ ἥττης ἔμελλε λέγειν. οἱ δὲ θαυμαστικῶς, ὃ καὶ βέλτιον· ὅπως δὲ καὶ οἵως ὑπέμεινεν ἐν Μαραθῶνι ἀγωνιζόμενος πρὸς τοὺς προβεβηκότας ἄνδρας, ἀποσυληθεὶς τῶν ἀγενείων καὶ ὑπεξελθὼν |καὶ εἰς τοὺς ἄνδρας χωρήσας, ἡνίκα περὶ ἀργυρῶν φιαλῶν προέκειτο ἀγωνίζεσθαι.