Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 137
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 137-2
Not analysed yet
a. βουλαῖς ἐν ὀρθαῖσι: βουλαῖς δικαίαις. τέτακται γὰρ οὗτος, ὡς καὶ Πλάτων λέγει (Gorg. 526 c), τοὺς δικαίους πέμπειν εἰς τὰς μακάρων νήσους. b. ἄλλως· βουλαῖς ἐν ὀρθαῖσιν: ὡς τοῦ Ῥαδαμάνθυος τοῦτο τοῖς δικαίοις παρεχομένου· ὑφίσταται γὰρ αὐτὸν τῶν μακάρων ἄρχοντα νήσων. c. ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βουλὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς. d. ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονομεῖ τοῖς ἐν Ἅιδου. e. ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος· ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ.