Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 14
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 14-4
Not analysed yet
a. Σωστράτου υἱός: ὁ Ἀγησίας. b. ὁ δὲ νοῦς· ἴστω δὲ ἐν τῷδε βεβηκὼς τῷ τρόπῳ ὁ τοῦ Σωστράτου παῖς Ἀγησίας τὰ προειρημένα τρία ἔχων, Ὀλυμπιονίκης καὶ ταμίας τοῦ Διὸς βωμοῦ καὶ συνοικιστὴς Συρακουσῶν. e. πεδίλῳ δὲ καὶ τὸ ἑξῆς εἶπεν, ἵν᾿ εἴπῃ ὅτι προσήρμοσται αὐτῷ τὰ προειρημένα δαιμονίως καὶ ἐξαιρέτως, ὡσανεὶ πέδιλον τῷ ποδί. d. τουτέστιν ὁ ὕμνος. e. ἀκίνδυνοι δ᾿ ἀρεταί: ἤτοι ὡς περὶ τὸν οἶκον αὐτοῦ πολλῶν κινδύνων γενομένων, ἢ αὐτοῦ μετὰ κινδύνου νικήσαντος. f. ἀκίνδυνοι δ᾿ ἀρεταί: Ἡσίοδος λέγει (O. et D. 289) · τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. |παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ ἐνίκησεν.