Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 140
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 140.Part a
Not analysed yet
a. πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν.