Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 140
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 140.Part c
Not analysed yet
c. δόξαν ἔχω ἕως ἔτικτεν: ὁ νοῦς· ἔχω τινὰ καὶ ἑτέραν δόκησιν οὕτω με προτρεπομένην λέγειν περὶ σοῦ, ὡσανεὶ τῆς ἀκόνης τῆς ὀξύνειν δυναμένης τὸ παραθηγόμενον· ἥτις δόκησις θελοντί μοι καὶ βουλομένῳ προσέρπει καὶ προσπίπτει ὑπὸ ταῖς τῶν αὐλῶν πνοαῖς καὶ τῶν ἤχων· διὰ πνοῆς γὰρ ὁ ἦχος ἐκφέρεται· ἥτις δόκησίς ἐστι τοῦ ὑμνεῖν σε ἐκ τῆς ἐμῆς προγόνου Μετώπης ἀπὸ Στυμφήλου πόλεως Ἀρκαδικῆς.