Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 146
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 146-2
Not analysed yet
a. ἄμαχον: ἀκαταμάχητον. ἀκαταγώνιστον. b. ἀστραβῆ: ἀμετάτρεπτον. οὐ διδόντα εἰς φυγὴν τὰ νῶτα. ἀκίνητον. ἀσάλευτον. c. κίονα δὲ οὐ στύλον λέγει· ἀλλ᾿ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ᾿ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν. d. ἄμαχον ἀστραβῆ κίονα: μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμενος. e. ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετάθεσιν τοῦ ε εἰς τὸ ᾱ καὶ ἀποβολὴν τοῦ ᾱ· ἔστι γὰρ ἀστρεβλῆ. f. οἷον ἄστρεπτον, ἀστραφῆ.