Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 146
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 146-4
Not analysed yet
a. καὶ ψυχρᾶν ὁπότε: ἐφάνη δὲ θαυμάσιος καὶ ἡνίκα τῶν ψυχρῶν αὐρῶν καὶ τοῦ κρύους τὸ φάρμακον καὶ τὸ βοήθημα ἀπὸ τῆς Πελλήνης λαβὼν ἔφερε, τὴν χλανίδα. ταύτην γὰρ ἐλάμβανον οἱ νικῶντες. b. οἷον τρίβωνας. c. ὁ δὲ ἀγὼν ἐν Πελλήνῃ Ἕρμαια καλεῖται. d. εὐδιανόν: εὐδίαν ποιοῦν. e. εὐδιανὸν φάρμακον: ἀπὸ κοινοῦ τὸ θαυμαστὸς ἐφάνη. f. [εὐδιανὸν δὲ] ἀντὶ τοῦ ἀνάπαυσιν τὴν ἀλεξάνεμον. g. ὅτι ἐν Πελλήνῃ χλαῖνα ἐδίδοτο τῷ νικῶντι χειμῶνος ὥρᾳ. h. ἄγεται δὲ Ἕρμαια καὶ Ἀπόλλωνος ἑορτὴ θεοξένια καλουμένη.