Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 148
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 148.Part a
Not analysed yet
a. ὄτρυνον νῦν ἑταίρους, Αἰνέα: ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνόφωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι᾿ ἑαυτοῦ καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι τῶν ποιητῶν ἀγωνιζόμενοι ἐποίουν, δι᾿ ἑαυτῶν διδάσκοντες τοὺς χορούς. ἀπέστρεψεν οὖν τὸν λόγον ὁ Πίνδαρος πρὸς τὸν Αἰνέαν λέγων· παρόρμησον νῦν, ὦ Αἰνέα, τοὺς ἑταίρους τοὺς ἐν τῷ χορῷ, ὥστε ὑμνῆσαι πρῶτον μὲν τὴν Ἥραν· ἔπειτα δὲ γνωρίσαι τοῖς λόγοις ποίησον αὐτοὺς, εἰ κατὰ τὸν ἀληθῆ λόγον ἐκφεύγομεν τὸ ὄνειδος τῶν Βοιωτῶν |καὶ τὴν παροιμίαν τὴν λεγομένην Βοιωτία ὗς.