Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 149
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 149-2
Not analysed yet
a. Αἰνέα: Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι᾿ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι᾿ ἑαυτῶν ἀγωνιζόμενοι. b. πρῶτον μὲν Ἥραν: τὴν Σαμίαν Ἥραν. c. τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας. d. οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων. e. καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο. f. καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου. g. Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν᾿ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα.