Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 15
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 15-2
Not analysed yet
a. κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπίφορός ἐστιν εἰς τὸ λέγειν. b. κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων. c. ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ.