Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 150
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 150-3
Not analysed yet
a. εἰναλία τ᾿ Ἐλευσίς: ἐν Ἐλευσῖνι ἄγεται τὰ Δημήτρια. τοῦτον δὲ πρῶτον ἀγώνων φασὶν εἶναι. μετὰ γὰρ τὸ εὑρεθῆναι τὸν Δημήτριον καρπὸν εὐρωστίας οἱ ἄνθρωποι ἐπίδειξιν ἐπιδειξάμενοι τοῦτον ἠγωνίζοντο, καὶ τετραποδιστὶ τὸ πάλαι περιπατοῦντες ἀνέστησαν καὶ δρόμον ἠγωνίζοντο· ἔνθεν καὶ στάδιον καλοῦσι δρόμον διὰ τὴν στάσιν. b. ἐναλία τ᾿ Ἐλευσίς: καὶ ἡ Ἐλευσὶς δὲ ἡ πρὸς τῇ θαλάσσῃ κειμένη ταῖς ἀγλαΐαις αὐτοῦ καὶ νίκαις μαρτυρεῖ. ἄγεται δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς καλεῖται Ἐλευσίνια· οὗ ἔπαθλον κριθαί. c. Ἐλευσίς: τὸν τῶν Ἐλευσινίων ἀγῶνα λέγει. ἔπαθλον δὲ κεῖται κριθαί· ἄγεται δὲ ἐν Ἀθήναις μετὰ τὴν τῶν Δημητριακῶν καρπῶν συλλογὴν τῇ Δήμητρι εὐχαριστήρια.