Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 158
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 158-2
Not analysed yet
a. τὰν Ἱέρων: ἱερωσύνην εἶχεν ὁ Ἱέρων Δήμητρος καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίᾳ ἐκ διαδοχῆς Τηλίνου τοῦ προγόνου αὐτῶν. b. σκάπτῳ: Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰπεῖν ἐπικελεύει τῶν τε Συρακουσῶν μεμνῆσθαι καὶ τῆς Ὀρτυγίας· αὕτη δέ ἐστι προσεχὴς ταῖς Συρακούσαις νῆσος καὶ ἀχώματος. c. ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φιλίστου (FHG IV, 640) καὶ τὰ Τιμαίου (FHG I, 214).