Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 158
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 158-3
Not analysed yet
a. [ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως τοῦ μελέτα:] διατί δὲ οὐκ ἔστι σκαιὸν τὸ μὴ θαυμάζειν τοὺς ἄνευ θεοῦ μοίρας τι πράσσοντας, ἑαυτοῖς δὲ ἐπιτρέποντας; ὅτι εἰσὶν αἱρετώτεραι καὶ προτιμότεραί τινες ἐπιτηδεύσεις ἐπιτηδεύσεων· |οἷον αἱ προσφυεῖς ἑκάστῳ καὶ οὐκ ἐναντιούμεναι κατὰ γένεσιν καὶ φύσιν. b. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως μελέτα: δεῖ ἕκαστον τὴν δεδομένην αὐτῷ ὁδὸν ἐκ θεῶν, ταύτην ἰέναι καὶ μὴ παραβιάζεσθαι. c. Ὅμηρος (Ν 730)· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ᾿ ἐν στήθεσσι τιθεῖ νόον. d. περαίτεραι δὲ ἀμείνονες. περασιμώτεραι. ἀνυσιμώτεραι. e. περαίτεραι: εὐοδώτεραι. δι᾿ ὧν τις δύναται περαιῶσαί τι. f. οἷον εἰ μὴ πέφυκας πρὸς τὸ παγκράτιον, πάλην ἄσκει, ἢ ἄλλο τι πρὸς ὃ εὐφυῶς ἔχεις. |οὐ γὰρ δεῖ σε ἑνὶ προσέχειν· ἡ γὰρ ἐπιμέλεια ἡμᾶς θρέψει. g. ὁ γὰρ ἑλόμενός τι ὥστε τηρῆσαι πάντων, ἐκεῖ εὐκλεὴς ἔσται.