Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 160
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 160-3
Not analysed yet
a. Ἀταβυρίου: ὄρος Ῥόδου. b. νώτοις δὲ ἀλλάξας πτῶσιν ἀντὶ τοῦ νώτων. τὸ πλάτος δὲ λέγει, ἀπὸ τοῦ σώματος, ὡς πόδας Ἴδης (Hom. B 824) καὶ κεφαλὴ ὄρους. c. Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται.